Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.22 Joseph. AJ 20.26 (English) >>Joseph. AJ 20.31

20.24

Μονόβαζος δὲ ἤδη γηραιὸς ὢν καὶ τοῦ ζῆν ὀλίγον αὐτῷ τὸν λοιπὸν ὁρῶν χρόνον ἠθέλησεν εἰς ὄψιν ἀφικέσθαι τῷ παιδὶ πρὸ τοῦ τελευτῆσαι. μεταπεμψάμενος οὖν αὐτὸν ἀσπάζεται φιλοφρονέστατα, καὶ χώραν δίδωσιν Καρρῶν λεγομένην. 20.25φέρειν δʼ γῆ πλεῖστον τὸ ἄμωμον ἀγαθή· ἔστι δʼ ἐν αὐτῇ καὶ τὰ λείψανα τῆς λάρνακος, Νῶχον ἐκ τῆς ἐπομβρίας διασεσῶσθαι λόγος ἔχει, καὶ μέχρι νῦν ταῦτα τοῖς ἰδεῖν βουλομένοις ἐπιδείκνυται. 20.26διέτριβεν οὖν Ἰζάτης ἐν τῇ χώρᾳ ταύτῃ μέχρι τῆς τελευτῆς τοῦ πατρός. δʼ ἐξέλιπεν ἡμέρᾳ τὸν βίον Μονόβαζος βασιλὶς Ἑλένη μεταπέμπεται πάντας τοὺς μεγιστᾶνας καὶ τῆς βασιλείας σατράπας καὶ τοὺς τὰς δυνάμεις πεπιστευμένους. 20.27οἷς ἀφικομένοις, “ὅτι μὲν ἐμὸς ἀνήρ, εἶπε, τῆς βασιλείας αὐτῷ διάδοχον Ἰζάτην ηὔξατο γενέσθαι καὶ τοῦτον ἄξιον ἔκρινεν, οὐδʼ ὑμᾶς λεληθέναι δοκῶ, περιμένω δὲ ὅμως καὶ τὴν ὑμετέραν κρίσιν· μακάριος γὰρ οὐχ παρʼ ἑνός, 20.28ἀλλὰ πλειόνων καὶ θελόντων τὴν ἀρχὴν λαμβάνων.” μὲν ταῦτʼ εἶπεν ἐπὶ πείρᾳ τοῦ τί φρονοῖεν οἱ συγκληθέντες· οἱ δὲ ἀκούσαντες πρῶτον μὲν προσεκύνησαν τὴν βασιλίδα, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἶτʼ ἔφασαν τὴν τοῦ βασιλέως γνώμην βεβαιοῦν καὶ ὑπακούσεσθαι χαίροντες Ἰζάτῃ δικαίως ὑπὸ τοῦ πατρὸς προκριθέντι τῶν ἀδελφῶν κατὰ τὰς εὐχὰς τὰς ἁπάντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.22 Joseph. AJ 20.26 (English) >>Joseph. AJ 20.31

Powered by PhiloLogic